Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.372 Joseph. AJ 13.377 (English) >>Joseph. AJ 13.381

13.375συνάψας δὲ μάχην πρὸς Ὀβέδαν τὸν Ἀράβων βασιλέα καὶ πεσὼν εἰς ἐνέδραν ἐν χωρίοις τραχέσι καὶ δυσβάτοις ὑπὸ πλήθους καμήλων εἰς βαθεῖαν κατερράχθη φάραγγα κατὰ Γάδαρα κώμην τῆς Ἰουδάνιδος καὶ μόλις αὐτὸς διασώζεται, φεύγων δʼ ἐκεῖθεν εἰς Ἱεροσόλυμα παραγίνεται. 13.376καὶ πρὸς τὴν κακοπραγίαν αὐτοῦ ἐπιθεμένου τοῦ ἔθνους πολεμήσας πρὸς αὐτὸ ἔτεσιν ἓξ ἀναιρεῖ τῶν Ἰουδαίων οὐκ ἔλαττον πέντε μυριάδας. παρακαλοῦντος δὲ παῦσαι τὴν πρὸς αὐτὸν δυσμένειαν ἔτι μᾶλλον ἐμίσουν αὐτὸν διὰ τὰ συμβεβηκότα. πυνθανομένου δʼ αὐτοῦ τί βούλονται, πάντες γενέσθαι ἐβόησαν ἀποθανεῖν αὐτόν, καὶ πρὸς Δημήτριον τὸν Ἄκαιρον ἔπεμψαν παρακαλοῦντες ἐπὶ συμμαχίαν. 13.377

δὲ μετὰ στρατιᾶς ἐλθὼν καὶ παραλαβὼν τοὺς ἐπικαλεσαμένους περὶ Σίκιμα πόλιν ἐστρατοπέδευσεν. Ἀλέξανδρος δὲ μετὰ μισθοφόρων ἑξακισχιλίων καὶ διακοσίων Ἰουδαίων τε περὶ δισμυρίους οἳ ἐφρόνουν τὰ ἐκείνου παραλαβὼν ἀντεπῄει τῷ Δημητρίῳ· τούτῳ δʼ ἦσαν ἱππεῖς μὲν τρισχίλιοι, πεζῶν δὲ τέσσαρες μυριάδες. 13.378πολλὰ μὲν οὖν ἑκατέροις ἐπράχθη, τοῦ μὲν ἀποστῆσαι τοὺς μισθοφόρους ὡς ὄντας Ἕλληνας πειρωμένου, τοῦ δὲ τοὺς σὺν Δημητρίῳ Ἰουδαίους. μηδετέρου δὲ πεῖσαι δυνηθέντος, ἀλλʼ εἰς μάχην συμβαλόντων, νικᾷ Δημήτριος, καὶ ἀποθνήσκουσι μὲν οἱ Ἀλεξάνδρου μισθοφόροι πάντες πίστεως ἅμα καὶ ἀνδρείας ἐπίδειξιν ποιησάμενοι, πολλοὶ δὲ καὶ τῶν Δημητρίου στρατιωτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.372 Joseph. AJ 13.377 (English) >>Joseph. AJ 13.381

Powered by PhiloLogic